TLG 2680 001 :: SCYTHINUS :: Epigrammata Epigrammata Citation: Book — epigram — (line) | ||
12.22(p1) | ΣΚΥΘΙΝΟΥ | |
1 | Ἦλθέν μοι μέγα πῆμα, μέγας πόλεμος, μέγα μοι πῦρ, Ἰλισὸς πλήρης τῶν ἐς ἔρωτ’ ἐτέων, αὐτὰ τὰ καίρι’ ἔχων ἑκκαίδεκα καὶ μετὰ τούτων πάσας καὶ μικρὰς καὶ μεγάλας χάριτας | |
---|---|---|
5 | καὶ πρὸς ἀναγνῶναι φωνὴν μέλι καὶ τὸ φιλῆσαι χείλεα καὶ τὸ λαβεῖν ἔνδον ἀμεμπτότατον. καὶ τί πάθω; φασὶν γὰρ ὁρᾶν μόνον· ἦ ῥ’ ἀγρυπνήσω πολλάκι τῇ κενεῇ Κύπριδι χειρομαχῶν. | |
12.232(p1) | ΣΚΥΘΙΝΟΥ | |
1 | Ὀρθὸν νῦν ἕστηκας, ἀνώνυμον, οὐδὲ μαραίνῃ, ἐντέτασαι δ’ ὡς ἂν μήποτε παυσόμενον· ἀλλ’ ὅτε μοι Νεμεσηνὸς ὅλον παρέκλινεν ἑαυτὸν πάντα διδούς, ἃ θέλω, νεκρὸν ἀπεκρέμασο. | |
5 | τείνεο καὶ ῥήσσου καὶ δάκρυε· πάντα ματαίως· | |
οὐχ ἕξεις ἔλεον χειρὸς ἀφ’ ἡμετέρης. |